TLG 2594 001 :: PHILLIS :: Fragmenta

PHILLIS Hist.
(Delius: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 476.

Frr. 1–5

Citation: Fragment — (line)

t1

ΠΕΡΙ ΧΡΟΝΩΝ.

1

Bekker. Anecd. Gr.: Πυθόδωρος ἐν τῷ Περὶ στοιχείων αφιλλαις (scr. καὶ Φίλλις) ὁ Δήλιος ἐν τῷ Περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά (τὰ γράμματά) φασιν. Ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ
5Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν κατα‐ λόγῳ παρατίθεται.

t2-4

ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ. E LIBRO SECUNDO.

2

Athenaeus XV: Καὶ Φίλλις δ’ ὁ Δή‐ λιος ἐν δευτέρῳ Περὶ μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· «Φοίνικες, πηκτίδες, μαγά‐ διδες, σαμβύκαι, ἰαμβύκαι, τρίγωνα, κλεψίαμβοι,
5σκινδαψοὶ, ἐννεάχορδα. Ἐν οἷς γὰρ (φησὶ) τοὺς ἰάμ‐ βους ᾖδον, ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις, κλεψιάμβους Μαγάδιδας δὲ τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμο‐ σμένα. Καὶ ἄλλα δ’ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος
10ἢ βάρμος· καὶ ἄλλα πλείονα, τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα, κατεσκεύαζον.»

3

Athen. I: Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσ‐ ώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ πλείους, ἐμβατη‐ ρίους καὶ χορευτικάς.

4

Suidas: Σκόλιον, ἡ παροίνιος ᾠδή, ὡς Ἀριστόξενος καὶ Φίλλις ὁ μουσικὸς, ὅτι ἐν τοῖς γάμοις παρὰ μίαν τράπεζαν πολλὰς κλίνας τιθέν‐ τες παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες
5ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα· ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν.

6

(t)

ΠΕΡΙ ΑΥΛΗΤΩΝ.
1 Athenaeus XV: Magadin tibiarum ge‐ nus esse neque Aristoxenus ait neque Pyrrander ἐν τῷ Περὶ αὐλητῶν, neque Φίλλις ὁ Δήλιος· ξυνέγραψε
γὰρ καὶ οὗτος Περὶ αὐλητῶν καὶ Εὐφράνωρ.476